iliadas photo

HQ CELEBRITY PICTURES OF FAMOUS ACTRESSES, SINGERS, MODELS , ATHLETES & MUCH MORE
 
ΦόρουμΦόρουμ  ΠόρταλΠόρταλ  ΑναζήτησηΑναζήτηση  ΕγγραφήΕγγραφή  ΣύνδεσηΣύνδεση  
To Forum μεταφέρεται για καλύτερη παρουσίαση των φωτογραφιών του
σε ιδιόκτητη ιστοσελίδα.
Θα το βρείτε στο

Μοιραστείτε | 
 

 ΑΣΜΑ ΑΣΜΑΤΩΝ

Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
KaLLiStiA
Μoderator
Μoderator
avatar

Θηλυκό
Αριθμός μηνυμάτων : 3468
Ηλικία : 28
Περιοχή : Στη Γη Που Τρέμει
Χρώμα Ματιών : Πράσινο
Απασχόληση : Φοιτήτρια Πληροφορικής
Reputation : 0
Points : 11009285
Registration date : 17/04/2007

ΔημοσίευσηΘέμα: ΑΣΜΑ ΑΣΜΑΤΩΝ   Πεμ 9 Ιουν - 0:46


1:2 φιλησατω με απο φιληματων στοματος αυτου οτι αγαθοι μαστοι σου υπερ οινον

1:3 και οσμη μυρων σου υπερ παντα τα αρωματα μυρον εκκενωθεν ονομα σου δια τουτο νεανιδες ηγαπησαν σε

1:4 ειλκυσαν σε οπισω σου εις οσμην μυρων σου δραμουμεν εισηνεγκεν με ο βασιλευς εις το ταμιειον αυτου αγαλλιασωμεθα και ευφρανθωμεν εν σοι αγαπησομεν μαστους σου υπερ οινον ευθυτης ηγαπησεν σε

1:5 μελαινα ειμι και καλη θυγατερες ιερουσαλημ ως σκηνωματα κηδαρ ως δερρεις σαλωμων

1:6 μη βλεψητε με οτι εγω ειμι μεμελανωμενη οτι παρεβλεψεν με ο ηλιος υιοι μητρος μου εμαχεσαντο εν εμοι εθεντο με φυλακισσαν εν αμπελωσιν αμπελωνα εμον ουκ εφυλαξα

1:7 απαγγειλον μοι ον ηγαπησεν η ψυχη μου που ποιμαινεις που κοιταζεις εν μεσημβρια μηποτε γενωμαι ως περιβαλλομενη επ' αγελαις εταιρων σου

1:8 εαν μη γνως σεαυτην η καλη εν γυναιξιν εξελθε συ εν πτερναις των ποιμνιων και ποιμαινε τας εριφους σου επι σκηνωμασιν των ποιμενων

1:9 τη ιππω μου εν αρμασιν φαραω ωμοιωσα σε η πλησιον μου

1:10 τι ωραιωθησαν σιαγονες σου ως τρυγονες τραχηλος σου ως ορμισκοι

1:11 ομοιωματα χρυσιου ποιησομεν σοι μετα στιγματων του αργυριου

1:12 εως ου ο βασιλευς εν ανακλισει αυτου ναρδος μου εδωκεν οσμην αυτου

1:13 αποδεσμος της στακτης αδελφιδος μου εμοι ανα μεσον των μαστων μου αυλισθησεται

1:14 βοτρυς της κυπρου αδελφιδος μου εμοι εν αμπελωσιν εγγαδδι

1:15 ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι

1:16 ιδου ει καλος ο αδελφιδος μου και γε ωραιος προς κλινη ημων συσκιος

1:17 δοκοι οικων ημων κεδροι φατνωματα ημων κυπαρισσοι

******
2:1 εγω ανθος του πεδιου κρινον των κοιλαδων

2:2 ως κρινον εν μεσω ακανθων ουτως η πλησιον μου ανα μεσον των θυγατερων

2:3 ως μηλον εν τοις ξυλοις του δρυμου ουτως αδελφιδος μου ανα μεσον των υιων εν τη σκια αυτου επεθυμησα και εκαθισα και καρπος αυτου γλυκυς εν λαρυγγι μου

2:4 εισαγαγετε με εις οικον του οινου ταξατε επ' εμε αγαπην

2:5 στηρισατε με εν αμοραις στοιβασατε με εν μηλοις οτι τετρωμενη αγαπης εγω

2:6 ευωνυμος αυτου υπο την κεφαλην μου και η δεξια αυτου περιλημψεται με

2:7 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν εγειρητε και εξεγειρητε την αγαπην εως ου θεληση

2:8 φωνη αδελφιδου μου ιδου ουτος ηκει πηδων επι τα ορη διαλλομενος επι τους βουνους

2:9 ομοιος εστιν αδελφιδος μου τη δορκαδι η νεβρω ελαφων επι τα ορη βαιθηλ ιδου ουτος εστηκεν οπισω του τοιχου ημων παρακυπτων δια των θυριδων εκκυπτων δια των δικτυων

2:10 αποκρινεται αδελφιδος μου και λεγει μοι αναστα ελθε η πλησιον μου καλη μου περιστερα μου

2:11 οτι ιδου ο χειμων παρηλθεν ο υετος απηλθεν επορευθη εαυτω

2:12 τα ανθη ωφθη εν τη γη καιρος της τομης εφθακεν φωνη του τρυγονος ηκουσθη εν τη γη ημων

2:13 η συκη εξηνεγκεν ολυνθους αυτης αι αμπελοι κυπριζουσιν εδωκαν οσμην αναστα ελθε η πλησιον μου καλη μου περιστερα μου

2:14 και ελθε συ περιστερα μου εν σκεπη της πετρας εχομενα του προτειχισματος δειξον μοι την οψιν σου και ακουτισον με την φωνην σου οτι η φωνη σου ηδεια και η οψις σου ωραια

2:15 πιασατε ημιν αλωπεκας μικρους αφανιζοντας αμπελωνας και αι αμπελοι ημων κυπριζουσιν

2:16 αδελφιδος μου εμοι καγω αυτω ο ποιμαινων εν τοις κρινοις

2:17 εως ου διαπνευση η ημερα και κινηθωσιν αι σκιαι αποστρεψον ομοιωθητι συ αδελφιδε μου τω δορκωνι η νεβρω ελαφων επι ορη κοιλωματων

******
3:1 επι κοιτην μου εν νυξιν εζητησα ον ηγαπησεν η ψυχη μου εζητησα αυτον και ουχ ευρον αυτον εκαλεσα αυτον και ουχ υπηκουσεν μου

3:2 αναστησομαι δη και κυκλωσω εν τη πολει εν ταις αγοραις και εν ταις πλατειαις και ζητησω ον ηγαπησεν η ψυχη μου εζητησα αυτον και ουχ ευρον αυτον

3:3 ευροσαν με οι τηρουντες οι κυκλουντες εν τη πολει μη ον ηγαπησεν η ψυχη μου ειδετε

3:4 ως μικρον οτε παρηλθον απ' αυτων εως ου ευρον ον ηγαπησεν η ψυχη μου εκρατησα αυτον και ουκ αφησω αυτον εως ου εισηγαγον αυτον εις οικον μητρος μου και εις ταμιειον της συλλαβουσης με

3:5 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν εγειρητε και εξεγειρητε την αγαπην εως αν θεληση

3:6 τις αυτη η αναβαινουσα απο της ερημου ως στελεχη καπνου τεθυμιαμενη σμυρναν και λιβανον απο παντων κονιορτων μυρεψου

3:7 ιδου η κλινη του σαλωμων εξηκοντα δυνατοι κυκλω αυτης απο δυνατων ισραηλ

3:8 παντες κατεχοντες ρομφαιαν δεδιδαγμενοι πολεμον ανηρ ρομφαια αυτου επι μηρον αυτου απο θαμβους εν νυξιν

3:9 φορειον εποιησεν εαυτω ο βασιλευς σαλωμων απο ξυλων του λιβανου

3:10 στυλους αυτου εποιησεν αργυριον και ανακλιτον αυτου χρυσεον επιβασις αυτου πορφυρα εντος αυτου λιθοστρωτον αγαπην απο θυγατερων ιερουσαλημ

3:11 εξελθατε και ιδετε εν τω βασιλει σαλωμων εν τω στεφανω ω εστεφανωσεν αυτον η μητηρ αυτου εν ημερα νυμφευσεως αυτου και εν ημερα ευφροσυνης καρδιας αυτου

******
4:1 ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι εκτος της σιωπησεως σου τριχωμα σου ως αγελαι των αιγων αι απεκαλυφθησαν απο του γαλααδ

4:2 οδοντες σου ως αγελαι των κεκαρμενων αι ανεβησαν απο του λουτρου αι πασαι διδυμευουσαι και ατεκνουσα ουκ εστιν εν αυταις

4:3 ως σπαρτιον το κοκκινον χειλη σου και η λαλια σου ωραια ως λεπυρον της ροας μηλον σου εκτος της σιωπησεως σου

4:4 ως πυργος δαυιδ τραχηλος σου ο ωκοδομημενος εις θαλπιωθ χιλιοι θυρεοι κρεμανται επ' αυτον πασαι βολιδες των δυνατων

4:5 δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος οι νεμομενοι εν κρινοις

4:6 εως ου διαπνευση η ημερα και κινηθωσιν αι σκιαι πορευσομαι εμαυτω προς το ορος της σμυρνης και προς τον βουνον του λιβανου

4:7 ολη καλη ει η πλησιον μου και μωμος ουκ εστιν εν σοι

4:8 δευρο απο λιβανου νυμφη δευρο απο λιβανου ελευση και διελευση απο αρχης πιστεως απο κεφαλης σανιρ και ερμων απο μανδρων λεοντων απο ορεων παρδαλεων

4:9 εκαρδιωσας ημας αδελφη μου νυμφη εκαρδιωσας ημας ενι απο οφθαλμων σου εν μια ενθεματι τραχηλων σου

4:10 τι εκαλλιωθησαν μαστοι σου αδελφη μου νυμφη τι εκαλλιωθησαν μαστοι σου απο οινου και οσμη ιματιων σου υπερ παντα τα αρωματα

4:11 κηριον αποσταζουσιν χειλη σου νυμφη μελι και γαλα υπο την γλωσσαν σου και οσμη ιματιων σου ως οσμη λιβανου

4:12 κηπος κεκλεισμενος αδελφη μου νυμφη κηπος κεκλεισμενος πηγη εσφραγισμενη

4:13 αποστολαι σου παραδεισος ροων μετα καρπου ακροδρυων κυπροι μετα ναρδων

4:14 ναρδος και κροκος καλαμος και κινναμωμον μετα παντων ξυλων του λιβανου σμυρνα αλωθ μετα παντων πρωτων μυρων

4:15 πηγη κηπων φρεαρ υδατος ζωντος και ροιζουντος απο του λιβανου

4:16 εξεγερθητι βορρα και ερχου νοτε διαπνευσον κηπον μου και ρευσατωσαν αρωματα μου καταβητω αδελφιδος μου εις κηπον αυτου και φαγετω καρπον ακροδρυων αυτου

******
5:1 εισηλθον εις κηπον μου αδελφη μου νυμφη ετρυγησα σμυρναν μου μετα αρωματων μου εφαγον αρτον μου μετα μελιτος μου επιον οινον μου μετα γαλακτος μου φαγετε πλησιοι και πιετε και μεθυσθητε αδελφοι

5:2 εγω καθευδω και η καρδια μου αγρυπνει φωνη αδελφιδου μου κρουει επι την θυραν ανοιξον μοι αδελφη μου η πλησιον μου περιστερα μου τελεια μου οτι η κεφαλη μου επλησθη δροσου και οι βοστρυχοι μου ψεκαδων νυκτος

5:3 εξεδυσαμην τον χιτωνα μου πως ενδυσωμαι αυτον ενιψαμην τους ποδας μου πως μολυνω αυτους

5:4 αδελφιδος μου απεστειλεν χειρα αυτου απο της οπης και η κοιλια μου εθροηθη επ' αυτον

5:5 ανεστην εγω ανοιξαι τω αδελφιδω μου χειρες μου εσταξαν σμυρναν δακτυλοι μου σμυρναν πληρη επι χειρας του κλειθρου

5:6 ηνοιξα εγω τω αδελφιδω μου αδελφιδος μου παρηλθεν ψυχη μου εξηλθεν εν λογω αυτου εζητησα αυτον και ουχ ευρον αυτον εκαλεσα αυτον και ουχ υπηκουσεν μου

5:7 ευροσαν με οι φυλακες οι κυκλουντες εν τη πολει επαταξαν με ετραυματισαν με ηραν το θεριστρον μου απ' εμου φυλακες των τειχεων

5:8 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν ευρητε τον αδελφιδον μου τι απαγγειλητε αυτω οτι τετρωμενη αγαπης ειμι εγω

5:9 τι αδελφιδος σου απο αδελφιδου η καλη εν γυναιξιν τι αδελφιδος σου απο αδελφιδου οτι ουτως ωρκισας ημας

5:10 αδελφιδος μου λευκος και πυρρος εκλελοχισμενος απο μυριαδων

5:11 κεφαλη αυτου χρυσιον και φαζ βοστρυχοι αυτου ελαται μελανες ως κοραξ

5:12 οφθαλμοι αυτου ως περιστεραι επι πληρωματα υδατων λελουσμεναι εν γαλακτι καθημεναι επι πληρωματα υδατων

5:13 σιαγονες αυτου ως φιαλαι του αρωματος φυουσαι μυρεψικα χειλη αυτου κρινα σταζοντα σμυρναν πληρη

5:14 χειρες αυτου τορευται χρυσαι πεπληρωμεναι θαρσις κοιλια αυτου πυξιον ελεφαντινον επι λιθου σαπφειρου

5:15 κνημαι αυτου στυλοι μαρμαρινοι τεθεμελιωμενοι επι βασεις χρυσας ειδος αυτου ως λιβανος εκλεκτος ως κεδροι

5:16 φαρυγξ αυτου γλυκασμοι και ολος επιθυμια ουτος αδελφιδος μου και ουτος πλησιον μου θυγατερες ιερουσαλημ

******
6:1 που απηλθεν ο αδελφιδος σου η καλη εν γυναιξιν που απεβλεψεν ο αδελφιδος σου και ζητησομεν αυτον μετα σου

6:2 αδελφιδος μου κατεβη εις κηπον αυτου εις φιαλας του αρωματος ποιμαινειν εν κηποις και συλλεγειν κρινα

6:3 εγω τω αδελφιδω μου και αδελφιδος μου εμοι ο ποιμαινων εν τοις κρινοις

6:4 καλη ει η πλησιον μου ως ευδοκια ωραια ως ιερουσαλημ θαμβος ως τεταγμεναι

6:5 αποστρεψον οφθαλμους σου απεναντιον μου οτι αυτοι ανεπτερωσαν με τριχωμα σου ως αγελαι των αιγων αι ανεφανησαν απο του γαλααδ

6:6 οδοντες σου ως αγελαι των κεκαρμενων αι ανεβησαν απο του λουτρου αι πασαι διδυμευουσαι και ατεκνουσα ουκ εστιν εν αυταις

6:7 ως σπαρτιον το κοκκινον χειλη σου και η λαλια σου ωραια ως λεπυρον της ροας μηλον σου εκτος της σιωπησεως σου

6:8 εξηκοντα εισιν βασιλισσαι και ογδοηκοντα παλλακαι και νεανιδες ων ουκ εστιν αριθμος

6:9 μια εστιν περιστερα μου τελεια μου μια εστιν τη μητρι αυτης εκλεκτη εστιν τη τεκουση αυτης ειδοσαν αυτην θυγατερες και μακαριουσιν αυτην βασιλισσαι και παλλακαι και αινεσουσιν αυτην

6:10 τις αυτη η εκκυπτουσα ωσει ορθρος καλη ως σεληνη εκλεκτη ως ο ηλιος θαμβος ως τεταγμεναι

6:11 εις κηπον καρυας κατεβην ιδειν εν γενημασιν του χειμαρρου ιδειν ει ηνθησεν η αμπελος εξηνθησαν αι ροαι εκει δωσω τους μαστους μου σοι

6:12 ουκ εγνω η ψυχη μου εθετο με αρματα αμιναδαβ

******

7:1 επιστρεφε επιστρεφε η σουλαμιτις επιστρεφε επιστρεφε και οψομεθα εν σοι τι οψεσθε εν τη σουλαμιτιδι η ερχομενη ως χοροι των παρεμβολων

7:2 τι ωραιωθησαν διαβηματα σου εν υποδημασιν θυγατερ ναδαβ ρυθμοι μηρων σου ομοιοι ορμισκοις εργω χειρων τεχνιτου

7:3 ομφαλος σου κρατηρ τορευτος μη υστερουμενος κραμα κοιλια σου θιμωνια σιτου πεφραγμενη εν κρινοις

7:4 δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος

7:5 τραχηλος σου ως πυργος ελεφαντινος οφθαλμοι σου ως λιμναι εν εσεβων εν πυλαις θυγατρος πολλων μυκτηρ σου ως πυργος του λιβανου σκοπευων προσωπον δαμασκου

7:6 κεφαλη σου επι σε ως καρμηλος και πλοκιον κεφαλης σου ως πορφυρα βασιλευς δεδεμενος εν παραδρομαις

7:7 τι ωραιωθης και τι ηδυνθης αγαπη εν τρυφαις σου

7:8 τουτο μεγεθος σου ωμοιωθη τω φοινικι και οι μαστοι σου τοις βοτρυσιν

7:9 ειπα αναβησομαι εν τω φοινικι κρατησω των υψεων αυτου και εσονται δη μαστοι σου ως βοτρυες της αμπελου και οσμη ρινος σου ως μηλα

7:10 και λαρυγξ σου ως οινος ο αγαθος πορευομενος τω αδελφιδω μου εις ευθυθητα ικανουμενος χειλεσιν μου και οδουσιν

7:11 εγω τω αδελφιδω μου και επ' εμε η επιστροφη αυτου

7:12 ελθε αδελφιδε μου εξελθωμεν εις αγρον αυλισθωμεν εν κωμαις

7:13 ορθρισωμεν εις αμπελωνας ιδωμεν ει ηνθησεν η αμπελος ηνθησεν ο κυπρισμος ηνθησαν αι ροαι εκει δωσω τους μαστους μου σοι

7:14 οι μανδραγοραι εδωκαν οσμην και επι θυραις ημων παντα ακροδρυα νεα προς παλαια αδελφιδε μου ετηρησα σοι

******

8:1 τις δωη σε αδελφιδον μου θηλαζοντα μαστους μητρος μου ευρουσα σε εξω φιλησω σε και γε ουκ εξουδενωσουσιν μοι

8:2 παραλημψομαι σε εισαξω σε εις οικον μητρος μου και εις ταμιειον της συλλαβουσης με ποτιω σε απο οινου του μυρεψικου απο ναματος ροων μου

8:3 ευωνυμος αυτου υπο την κεφαλην μου και η δεξια αυτου περιλημψεται με

8:4 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου τι εγειρητε και τι εξεγειρητε την αγαπην εως αν θεληση

8:5 τις αυτη η αναβαινουσα λελευκανθισμενη επιστηριζομενη επι τον αδελφιδον αυτης υπο μηλον εξηγειρα σε εκει ωδινησεν σε η μητηρ σου εκει ωδινησεν σε η τεκουσα σου

8:6 θες με ως σφραγιδα επι την καρδιαν σου ως σφραγιδα επι τον βραχιονα σου οτι κραταια ως θανατος αγαπη σκληρος ως αδης ζηλος περιπτερα αυτης περιπτερα πυρος φλογες αυτης

8:7 υδωρ πολυ ου δυνησεται σβεσαι την αγαπην και ποταμοι ου συγκλυσουσιν αυτην εαν δω ανηρ τον παντα βιον αυτου εν τη αγαπη εξουδενωσει εξουδενωσουσιν αυτον

8:8 αδελφη ημιν μικρα και μαστους ουκ εχει τι ποιησωμεν τη αδελφη ημων εν ημερα η εαν λαληθη εν αυτη

8:9 ει τειχος εστιν οικοδομησωμεν επ' αυτην επαλξεις αργυρας και ει θυρα εστιν διαγραψωμεν επ' αυτην σανιδα κεδρινην

8:10 εγω τειχος και μαστοι μου ως πυργοι εγω ημην εν οφθαλμοις αυτου ως ευρισκουσα ειρηνην

8:11 αμπελων εγενηθη τω σαλωμων εν βεελαμων εδωκεν τον αμπελωνα αυτου τοις τηρουσιν ανηρ οισει εν καρπω αυτου χιλιους αργυριου

8:12 αμπελων μου εμος ενωπιον μου οι χιλιοι σοι σαλωμων και οι διακοσιοι τοις τηρουσι τον καρπον αυτου

8:13 ο καθημενος εν κηποις εταιροι προσεχοντες τη φωνη σου ακουτισον με

8:14 φυγε αδελφιδε μου και ομοιωθητι τη δορκαδι η τω νεβρω των ελαφων επι ορη αρωματων .

_________________
"Με Αγγέλους και Αγίους μίλησα στον ενικό , μα σαν βλέπω εσένα ζω στον πανικό"
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://iliadasphoto.grafbb.com/
 
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
iliadas photo :: ΛΟΓΟΤΕΧΝΙΑ :: ΠΟΙΗΣΗ :: ΟΔΥΣΣΕΑΣ ΕΛΥΤΗΣ-
Μετάβαση σε: